XENOPH. Mem. II 1, 21—34 καὶ Π. δὲ ὁ σοφὸς ἐν τῶι συγγράμματι τῶι περὶ Ἡρακλέους, ὅπερ δὴ καὶ πλείστοις ἐπιδείκνυται, ὡσαύτως περὶ τῆς ἀρετῆς ἀποφαίνεται, ὧδέ πως λέγων, ὅσα ἐγὼ μέμνημαι. φησὶ γὰρ Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, ἐν ἧι οἱ νέοι ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν εἴτε τὴν δι’ ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον εἴτε τὴν διὰ κακίας, ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ποτέραν τῶν ὁδῶν τράπηται·
(22) καὶ φανῆναι αὐτῶι δύο γυναῖκας προσιέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν χρῶμα καθαρειότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνηι, ἐσθῆτι δὲ λευκῆι, τὴν δ’ ἑτέραν τεθραμμένην μὲν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα, κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος [δοκεῖν] φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ἡ ὥρα διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν.
(23) ὡς δ’ ἐγένοντο πλησιαίτερον τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι τὸν αὐτὸν τρόπον, τὴν δ’ ἑτέραν φθάσαι βουλομένην προσδραμεῖν τῶι Ἡρακλεῖ καὶ εἰπεῖν· Ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπηι. ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος ἕπηι, τὴν ἡδίστην τε καὶ ῥάιστην ὁδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἄγευστος ἔσει, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσει.
(24) πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς ἀλλὰ σκοπούμενος ἀεὶ ἔσηι, τί ἂν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν εὕροις, ἢ τί ἂν ἰδὼν ἢ ἀκούσας τερφθείης ἢ τίνων 〈ἂν〉 ὀσφραινόμενος ἢ ἁπτόμενος ἡσθείης, τίσι δὲ παιδικοῖς ὁμιλῶν μάλιστ’ ἂν εὐφρανθείης, καὶ πῶς ἂν μαλακώτατα καθεύδοις, καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τυγχάνοις.
(25) ἐὰν δέ ποτε γένηταί τις ὑποψία σπάνεως ἀφ’ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῶι σώματι καὶ τῆι ψυχῆι ταῦτα πορίζεσθαι, ἀλλ’ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσει, οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν ἦι τι κερδᾶναι. πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ συνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω.
(26) καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα· Ὦ γύναι, ἔφη, ὄνομα δέ σοι τί ἐστιν; ἡ δέ· Οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκνιζόμενοι ὀνομάζουσι Κακίαν.
(27) καὶ ἐν τούτωι ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπε· Καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῆι παιδείαι καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρ’ ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἀγαθὸν ἐργάτην γενέσθαι καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν καὶ ἐπ’ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλ’ ἧιπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετ’ ἀληθείας.
(28) τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας οἱ θεοὶ διδόασιν ἀνθρώποις, ἀλλ’ εἴτε τοὺς θεοὺς ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς, εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπ’ ἀρετῆι θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς
ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾶις αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως δεῖ αὐταῖς χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῶι σώματι βούλει δυνατὸς εἶναι, τῆι γνώμηι ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι.
(29) καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, ὥς φησι Πρόδικος· Ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥαιδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε.
(30) καὶ ἡ Ἀρετὴ εἶπεν· Ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίμπλασαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδέως φάγηις, ὀψοποιεῖς μηχανωμένη, ἵνα δὲ ἡδέως πίηις, οἴνους τε πολυτελεῖς παρασκευάζει καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσηις ἡδέως, οὐ μόνον τὰς στρωμνὰς μαλακάς, ἀλλὰ καὶ τὰς κλίνας καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζει· οὐ γὰρ διὰ τὸ πονεῖν ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῆις ὕπνου ἐπιθυμεῖς· τὰ δ’ ἀφροδίσια πρὸ τοῦ δέεσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς ἑαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δ’ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα.
(31) ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρριψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζει· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δ’ ἄν σοι λεγούσηι τι πιστεύσειε; τίς δ’ ἂν δεομένηι τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῆι νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι.
(32) ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτ’ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκει, ἀγαπητὴ μὲν γὰρ συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτειρα τῶν ἐν εἰρήνηι πόνων, βεβαία δὲ τῶν ἐν πολέμωι σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός.
(33) ἔστι δὲ τοῖς ἐμοῖς φίλοις ἡδεία μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν. ὕπνος δ’ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, δι’ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δὲ δὴ ἔλθηι τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένωι τὴν
μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι.
(34) οὕτω πως διώικει Πρόδικος τὴν ὑπ’ Ἀρετῆς Ἡρακλέους παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν.
And that wise man Prodicus delivers himself in a like strain concerning virtue in that composition of his about Heracles, which crowds have listened to. This, as far as I can recollect it, is the substance at least of what he says:
"When Heracles was emerging from boyhood into the bloom of youth, having reached that season in which the young man, now standing upon the verge of independence, shows plainly whether he will enter upon the path of virtue or of vice, he went forth into a quiet place, and sat debating with himself which of those two paths he should pursue; and as he there sat musing, there appeared to him two women of great stature which drew nigh to him. The one was fair to look upon, frank and free by gift of nature, her limbs adorned with purity and her eyes with bashfulness; sobriety set the rhythm of her gait, and she was clad in white apparel. The other was of a different type; the fleshy softness of her limbs betrayed her nurture, while the complexion of her skin was embellished that she might appear whiter and rosier than she really was, and her figure that she might seem taller than nature made her; she stared with wide-open eyes, and the raiment wherewith she was clad served but to reveal the ripeness of her bloom. With frequent glances she surveyed her person, or looked to see if others noticed her; while ever and anon she fixed her gaze upon the shadow of herself intently.
"Now when these two had drawn near to Heracles, she who was first named advanced at an even pace towards him, but the other, in her eagerness to outstrip her, ran forward to the youth, exclaiming, 'I see you, Heracles, in doubt and difficulty what path of life to choose; make me your friend, and I will lead you to the pleasantest road and easiest. This I promise you: you shall taste all of life's sweets and escape all bitters. In the first place, you shall not trouble your brain with war or business; other topics shall engage your mind; your only speculation, what meat or drink you shall find agreeable to your palate; what delight of ear or eye; what pleasure of smell or touch; what darling lover's intercourse shall most enrapture you; how you shall pillow your limbs in softest slumber; how cull each individual pleasure without alloy of pain; and if ever the suspicion steal upon you that the stream of joys will one day dwindle, trust me I will not lead you where you shall replenish the store by toil of body and trouble of soul. No! others shall labour, but you shall reap the fruit of their labours; you shall withhold your hand from nought which shall bring you gain. For to all my followers I give authority and power to help themselves freely from every side.'
"Heracles hearing these words made answer: 'What, O lady, is the name you bear?' To which she: 'Know that my friends call me Happiness, but they that hate me have their own nicknames for me, Vice and Naughtiness.'
"But just then the other of those fair women approached and spoke: 'Heracles, I too am come to you, seeing that your parents are well known to me, and in your nurture I have gauged your nature; wherefore I entertain good hope that if you choose the path which leads to me, you shall greatly bestir yourself to be the doer of many a doughty deed of noble emprise; and that I too shall be held in even higher honour for your sake, lit with the lustre shed by valorous deeds. I will not cheat you with preludings of pleasure, but I will relate to you the things that are according to the ordinances of God in very truth. Know then that among things that are lovely and of good report, not one have the gods bestowed upon mortal men apart from toil and pains. Would you obtain the favour of the gods, then must you pay these same gods service; would you be loved by your friends, you must benefit these friends; do you desire to be honoured by the state, you must give the state your aid; do you claim admiration for your virtue from all Hellas, you must strive to do some good to Hellas; do you wish earth to yield her fruits to you abundantly, to earth must you pay your court; do you seek to amass riches from your flocks and herds, on them must you bestow your labour; or is it your ambition to be potent as a warrior, able to save your friends and to subdue your foes, then must you learn the arts of war from those who have the knowledge, and practise their application in the field when learned; or would you e'en be powerful of limb and body, then must you habituate limbs and body to obey the mind, and exercise yourself with toil and sweat.'
"At this point, (as Prodicus relates) Vice broke in exclaiming: 'See you, Heracles, how hard and long the road is by which yonder woman would escort you to her festal joys. But I will guide you by a short and easy road to happiness.'
"Then spoke Virtue: 'Nay, wretched one, what good thing hast thou? or what sweet thing art thou acquainted with—that wilt stir neither hand nor foot to gain it? Thou, that mayest not even await the desire of pleasure, but, or ever that desire springs up, art already satiated; eating before thou hungerest, and drinking before thou thirsteth; who to eke out an appetite must invent an army of cooks and confectioners; and to whet thy thirst must lay down costliest wines, and run up and down in search of ice in summer-time; to help thy slumbers soft coverlets suffice not, but couches and feather-beds must be prepared thee and rockers to rock thee to rest; since desire for sleep in thy case springs not from toil but from vacuity and nothing in the world to do. Even the natural appetite of love thou forcest prematurely by every means thou mayest devise, confounding the sexes in thy service. Thus thou educatest thy friends: with insult in the night season and drowse of slumber during the precious hours of the day. Immortal, thou art cast forth from the company of gods, and by good men art dishonoured: that sweetest sound of all, the voice of praise, has never thrilled thine ears; and the fairest of all fair visions is hidden from thine eyes that have never beheld one bounteous deed wrought by thine own hand. If thou openest thy lips in speech, who will believe thy word? If thou hast need of aught, none shall satisfy thee. What sane man will venture to join thy rabble rout? Ill indeed are thy revellers to look upon, young men impotent of body, and old men witless in mind: in the heyday of life they batten in sleek idleness, and wearily do they drag through an age of wrinkled wretchedness: and why? they blush with shame at the thought of deeds done in the past, and groan for weariness at what is left to do. During their youth they ran riot through their sweet things, and laid up for themselves large store of bitterness against the time of eld. But my companionship is with the gods; and with the good among men my conversation; no bounteous deed, divine or human, is wrought without my aid. Therefore am I honoured in Heaven pre-eminently, and upon earth among men whose right it is to honour me; as a beloved fellow-worker of all craftsmen; a faithful guardian of house and lands, whom the owners bless; a kindly helpmeet of servants; a brave assistant in the labours of peace; an unflinching ally in the deeds of war; a sharer in all friendships indispensable. To my friends is given an enjoyment of meats and drinks, which is sweet in itself and devoid of trouble, in that they can endure until desire ripens, and sleep more delicious visits them than those who toil not. Yet they are not pained to part with it; nor for the sake of slumber do they let slip the performance of their duties. Among my followers the youth delights in the praises of his elders, and the old man glories in the honour of the young; with joy they call to memory their deeds of old, and in to-day's well-doing are well pleased. For my sake they are dear in the sight of God, beloved of their friends and honoured by the country of their birth. When the appointed goal is reached they lie not down in oblivion with dishonour, but bloom afresh—their praise resounded on the lips of men for ever. Toils like these, O son of noble parents, Heracles, it is yours to meet with, and having endured, to enter into the heritage assured you of transcendant happiness.'"
This, Aristippus, in rough sketch is the theme which Prodicus pursues in his "Education of Heracles by Virtue," only he decked out his sentiments, I admit, in far more magnificent phrases than I have ventured on.
Henry Graham Dakyns · Xenophon, The Memorabilia, in The Works of Xenophon (Macmillan and Co., 1897); Project Gutenberg eBook 1177